Πώς να αποκτήσεις γυναίκες! (σύμφωνα με την Αγία Γραφή)

1 Μαΐου 2010
Αρθρογράφος: Διαγόρας


1. Βρες μια όμορφη αιχμάλωτη πολέμου, φέρε την σπίτι, γδύσε την, ξύρισε το κεφάλι της, κόψε της τα νύχια, και δώσε της ένα μήνα να θρηνήσει τον πατέρα της και τη μητέρα της. Έπειτα, είναι δική σου. …Έτσι λέει ο νόμος, βλέπε Δευτερονόμιον 21,10-13.

2. Βρες μια πόρνη και παντρέψου την. …Έτσι έκανε ο Ωσηέ, βλέπε Ωσηέ 1,1-3.

3. Βρες έναν άνθρωπο με επτά κόρες, και εντυπωσίασέ τον ποτίζοντας το κοπάδι του. …Έτσι έκανε ο Μωϋσής, βλέπε Έξοδος 2,16-21.

4. Αγόρασε ακίνητη περιουσία, και λάβε μια γυναίκα ως μέρος της συμφωνίας. …Έτσι έκανε ο Βοόζ, βλέπε Ρουθ 4,5-10.

5. Πήγαινε σε μια γιορτή και στήσε ενέδρα. Όταν οι γυναίκες βγουν για να χορέψουν, άρπαξε μια και πάρε την για γυναίκα σου. …Έτσι έκαναν οι Βενιαμινίτες, βλέπε Κριταί 21,19-23.

6. Αν νιώθεις μόνος, ο θεός μπορεί να σε κοιμίσει, και να δημιουργήσει μια γυναίκα καθώς θα κοιμάσαι. …Έτσι συνέβη στον Αδάμ, βλέπε Γένεσις 2,21-24.

7. Συμφώνησε να δουλέψεις επτά χρόνια με αντάλλαγμα το χέρι μιας γυναίκας για γάμο. Παντρέψου τη λάθος γυναίκα. Δούλεψε άλλα επτά χρόνια για να αποκτήσεις τη γυναίκα που αρχικά ήθελες. …Έτσι έκανε ο Ιακώβ, βλέπε Γένεσις 29,15-30.

8. Σφάξε 100 εχθρούς του μέλλοντος πεθερού σου, κόψε τους τα ακροβύστια, δείξε τα ως απόδειξη, και λάβε την κόρη του ως γυναίκα. …Έτσι έκανε ο Δαυίδ, βλέπε Α’ Βασιλειών 18,27.

9. Ακόμα κι αν δεν υπάρχει καμία γυναίκα, απλά περιπλανήσου κάμποσο και σίγουρα θα βρεις μια. …Έτσι έκανε ο Κάιν, Γένεσις 4,16-17.

10. Γίνε αυτοκράτορας μιας μεγάλης αυτοκρατορίας, οργάνωσε καλλιστεία, και πάρε τη νικήτρια για γυναίκα σου. …Έτσι έκανε ο Αρταξέρξης, βλέπε Εσθήρ 2,3-4.

11. Όταν δεις κάποια γυναίκα που σου αρέσει, πήγαινε σπίτι και πες στους γονείς σου, «Είδα μια γυναίκα· φέρτε μου την!» Αν οι γονείς σου αμφισβητήσουν τη σοφία της επιλογής σου, απλά πες, «φέρτε μου την· αυτή μου μπήκε στο μάτι!» …Έτσι έκανε ο Σαμψών, βλέπε Κριταί 14,1-3.

12. Αν σου αρέσει κάποια γυναίκα που είναι παντρεμένη, στείλε τον άνδρα της σε επικίνδυνη αποστολή να σκοτωθεί, και πάρε τη γυναίκα του. Αυτό μπορεί μάλιστα να έχει ως αποτέλεσμα να ξεφορτωθείς τα παιδιά που είχες από τον προηγούμενο γάμο σου. …Έτσι έκανε ο Δαυίδ, βλέπε Β’ Βασιλειών 11.

13. Περίμενε μέχρι να πεθάνει ο αδελφός σου, και πάρε τη χήρα του για γυναίκα. …Έτσι προβλέπει ο νόμος, βλέπε Δευτερονόμιον 25,5.

14. Γυναίκα; άαα-πααα-πααα! …Έτσι λέει ο Παύλος, βλέπε Προς Κορινθίους Α’ 7,32-35.

Ακολουθούν τα σχετικά εδάφια της Αγίας Γραφής:

Δευτερονόμιον 21,10-13

Δευτ. 21,10 Ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ παραδῷ σοι Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν

Δευτ. 21,11 καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει καὶ ἐνθυμηθῇς αὐτῆς καὶ λάβῃς αὐτήν σεαυτῷ γυναῖκα

Δευτ. 21,12 καὶ εἰσάξῃς αὐτὴν ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς καὶ περιονυχιεῖς αὐτὴν

Δευτ. 21,13 καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας ἀπ᾿ αὐτῆς καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας, καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή.

Ωσηέ 1,2-3

Ωσ. 1,2 Ἀρχὴ λόγου Κυρίου εἰς Ὡσηέ. καὶ εἶπε Κύριος πρὸς Ὡσηέ· βάδιζε, λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ Κυρίου.

Ωσ. 1,3 καὶ ἐπορεύθη καί ἔλαβε τὴν Γόμερ θυγατέρα Δεβηλαΐμ, καὶ συνέλαβε καὶ ἔτεκεν αὐτῷ υἱόν.

Έξοδος 2,16-20

Εξ. 2,16 τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ· παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ.

Εξ. 2,17 παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐῤῥύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν·

Εξ. 2,18 παρεγένοντο δὲ πρὸς Ῥαγουὴλ τὸν πατέρα αὐτῶν. ὁ δὲ εἶπεν αὐταῖς· διατί ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον;

Εξ. 2,19 αἱ δὲ εἶπαν· ἄνθρωπος Αἰγύπτιος ἐῤῥύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν.

Εξ. 2,20 ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· καὶ ποῦ ἐστι; καὶ ἱνατί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον.

Εξ. 2,21 κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφώραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα.

Ρουθ 4,5-10

Ρουθ 4,5 καὶ εἶπε Βοόζ· ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ῥοὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ.
[...] (σας απαλλάσσω από την περιγραφή της αγοραπωλησίας του χωραφιού κατά την οποία, σύμφωνα με τον Ιουδαϊκό νόμο, ο πωλητής δίνει στον αγοραστή ως απόδειξη αγοράς… το παπούτσι του.)

Ρουθ 4,9 καὶ εἶπε Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἐλιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλὼν ἐκ χειρὸς Νωεμίν·

Ρουθ 4,10 καί γε Ῥοὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.

Κριταί 21,19-23

Κρ. 21,19 καὶ εἶπαν· ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼμ ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βοῤῥᾶ τῆς Βαιθὴλ κατ᾿ ἀνατολάς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπό Βαιθὴλ εἰς Συχέμ καὶ ἀπὸ νότου τῆς Λεβωνά.

Κρ. 21,20 καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμὶν λέγοντες· πορεύεσθε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσι·

Κρ. 21,21 καὶ ὄψεσθε καὶ ἰδού, ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼ χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα, ἀπὸ τῶν θυγατέρων Σηλὼμ καὶ πορεύεσθε εἰς γῆν Βενιαμίν.

Κρ. 21,22 καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ἡμᾶς, καὶ ἐροῦμεν αὐτοῖς· ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆρος πλημμελήσατε.

Κρ. 21,23 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμὶν καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς.

Γένεσις 2,21-24

Γεν. 2,21 καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς.

Γεν. 2,22 καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ.

Γεν. 2,23 καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη·

Γεν. 2,24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Γένεσις 29,15-30

Γεν. 29,15 Εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ὅτι γὰρ ἀδελφός μου εἶ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί;

Γεν. 29,16 τῷ δὲ Λάβαν ἦσαν δύο θυγατέρες, ὄνομα τῇ μείζονι Λεία, καὶ ὄνομα τῇ νεωτέρᾳ Ῥαχήλ.

Γεν. 29,17 οἱ δὲ ὀφθαλμοὶ Λείας ἀσθενεῖς, Ῥαχὴλ δὲ ἦν καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει σφόδρα.

Γεν. 29,18 ἠγάπησε δὲ Ἰακὼβ τὴν Ῥαχὴλ καὶ εἶπε· δουλεύσω σοι ἑπτὰ ἔτη περὶ Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας.

Γεν. 29,19 εἶπε δὲ αὐτῷ Λάβαν· βέλτιον δοῦναί με αὐτήν σοι, ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ· οἴκησον μετ᾿ ἐμοῦ.

Γεν. 29,20 καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη, καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν.

Γεν. 29,21 εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· δός μοι τὴν γυναῖκά μου, πεπλήρωνται γὰρ αἱ ἡμέραι, ὅπως εἰσέλθω πρὸς αὐτήν.

Γεν. 29,22 συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησε γάμον.

Γεν. 29,23 καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λείαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγε πρὸς Ἰακὼβ καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.

Γεν. 29,24 ἔδωκε δὲ Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ Ζελφὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

Γεν. 29,25 ἐγένετο δὲ πρωΐ, καὶ ἰδοὺ ἦν Λεία. εἶπε δὲ Ἰακὼβ τῷ Λάβαν· τί τοῦτο ἐποίησάς μοι; οὐ περὶ Ῥαχὴλ ἐδούλευσα παρὰ σοί; καὶ ἱνατί παρελογίσω με;

Γεν. 29,26 ἀπεκρίθη δὲ Λάβαν· οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν·

Γεν. 29,27 συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ᾿ ἐμοί, ἔτι ἑπτὰ ἔτη ἕτερα.

Γεν. 29,28 ἐποίησε δὲ Ἰακὼβ οὕτως καὶ ἀνεπλήρωσε τὰ ἕβδομα ταύτης, καὶ ἔδωκεν αὐτῷ Λάβαν Ῥαχὴλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.

Γεν. 29,29 ἔδωκε δὲ Λάβαν τῇ θυγατρὶ αὐτοῦ Βαλλὰν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην.

Γεν. 29,30 καὶ εἰσῆλθε πρὸς Ῥαχήλ· ἠγάπησε δὲ Ῥαχὴλ μᾶλλον ἢ Λείαν· καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα.

Βασιλειών Α’ 18,27

Α Βασ. 18,27 καὶ ἀνέστη Δαυὶδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκε τὰς ἀκροβυστίας αὐτῶν. καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχὸλ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα.

Γένεσις 4,16-17

Γεν. 4,16 ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ.

Γεν. 4,17 Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ.

Εσθήρ 2,3-4

Εσθ. 2,3 καὶ καταστήσει ὁ βασιλεὺς κωμάρχας ἐν πάσαις ταῖς χώραις τῆς βασιλείας αὐτοῦ, καὶ ἐπιλεξάτωσαν κοράσια παρθενικὰ καλὰ τῷ εἴδει εἰς Σοῦσαν τὴν πόλιν εἰς τὸν γυναικῶνα· καὶ παραδοθήτωσαν τῷ εὐνούχῳ τοῦ βασιλέως τῷ φύλακι τῶν γυναικῶν, καὶ δοθήτω σμῆγμα καὶ ἡ λοιπὴ ἐπιμέλεια·

Εσθ. 2,4 καὶ ἡ γυνή, ἣ ἂν ἀρέσῃ τῷ βασιλεῖ, βασιλεύσει ἀντὶ Ἀστίν. καὶ ἤρεσε τῷ βασιλεῖ τὸ πρᾶγμα, καὶ ἐποίησεν οὕτως.


Κριταί 14,1-3

Κρ. 14,1 Καὶ κατέβη Σαμψὼν εἰς Θαμναθὰ καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων.

Κρ. 14,2 καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπε· γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιΐμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα.

Κρ. 14,3 καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ· μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ· ταύτην λάβε μοι, ὅτι αὔτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου.

Β΄ Βασιλειών 11

Β Βασ. 11,1 Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων, καὶ ἀπέστειλε Δαυὶδ τὸν Ἰωὰβ καὶ τοὺς παῖδας αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸν πάντα Ἰσραήλ, καὶ διέφθειραν τοὺς υἱοὺς Ἀμμὼν καὶ διεκάθισαν ἐπὶ Ῥαββάθ· καὶ Δαυὶδ ἐκάθισεν ἐν Ἱερουσαλήμ.

Β Βασ. 11,2 καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῷ εἴδει σφόδρα.

Β Βασ. 11,3 καὶ ἀπέστειλε Δαυὶδ καὶ ἐζήτησε τὴν γυναῖκα καὶ εἶπεν· οὐχὶ αὕτη Βηρσαβεὲ θυγάτηρ Ἐλιὰβ γυνὴ Οὐρίου τοῦ Χετταίου;

Β Βασ. 11,4 καὶ ἀπέστειλε Δαυὶδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλθε πρὸς αὐτήν, καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαθαρσίας αὐτῆς, καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Β Βασ. 11,5 καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνή· καὶ ἀποστείλασα ἀπήγγειλε τῷ Δαυὶδ καὶ εἶπεν· ἐγώ εἰμι ἐν γαστρὶ ἔχω.
[...] σας απαλλάσσω από την περιγραφή των προσπαθειών του Δαυίδ να πείσει τον Ουρία να πάει με τη γυναίκα του ώστε να δικαιολογηθεί έστω εκ των υστέρων η εγκυμοσύνη.

Β Βασ. 11,14 καὶ ἐγένετο πρωΐ καὶ ἔγραψε Δαυὶδ βιβλίον πρὸς Ἰωὰβ καὶ ἀπέστειλεν ἐν χειρὶ Οὐρίου.

Β Βασ. 11,15 καὶ ἔγραψεν ἐν βιβλίῳ λέγων· εἰσάγαγε τὸν Οὐρίαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται.

Β Βασ. 11,16 καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ἰωὰβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκε τὸν Οὐρίαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.

Β Βασ. 11,17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ἰωάβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυίδ, καὶ ἀπέθανε καί γε Οὐρίας ὁ Χετταῖος.

Β Βασ. 11,18 καὶ ἀπέστειλεν Ἰωὰβ καὶ ἀπήγγειλε τῷ Δαυὶδ πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα
[...] σας απαλλάσσω από την περιγραφή της συνωμοτικής αποστολής του μηνύματος ότι ο Ουρίας πέθανε από τον Ιωάβ προς τον Δαυίδ.

Β Βασ. 11,26 καὶ ἤκουσεν ἡ γυνὴ Οὐρίου ὅτι ἀπέθανεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.

Β Βασ. 11,27 καὶ διῆλθε τὸ πένθος καὶ ἀπέστειλε Δαυίδ, καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ ἔτεκεν αὐτῷ υἱόν. καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα, ὃ ἐποίησε Δαυίδ, ἐν ὀφθαλμοῖς Κυρίου.

Δευτερονόμιον 25,5

Δευτ. 25,5 Ἐὰν δὲ κατοικῶσιν ἀδελφοὶ ἐπὶ τὸ αὐτὸ καὶ ἀποθάνῃ εἷς ἐξ αὐτῶν, σπέρμα δὲ μὴ ᾗ αὐτῷ, οὐκ ἔσται ἡ γυνὴ τοῦ τεθνηκότος ἔξω ἀνδρὶ μὴ ἐγγίζοντι· ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς εἰσελεύσεται πρὸς αὐτὴν καὶ λήψεται αὐτὴν ἑαυτῷ γυναῖκα καὶ συνοικήσει αὐτῇ.

Προς Κορινθίους Α’ 7,32-25

Α Κορ. 7,32 θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ·

Α Κορ. 7,33 ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικί.

Α Κορ. 7,34 μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.

Α Κορ. 7,35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως.

Συνέχεια...


Το άρθρο έχει δημοσιευτεί στο ιστολόγιο Διαγόρας ο Μήλιος, όπου γίνεται ο σχολιασμός.